Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.72 Joseph. AJ 17.77 (English) >>Joseph. AJ 17.82

17.75νῦν οὖν, ἐπειδὴ τε ἀδελφὸς οὐδὲν ἀρετῇ πρότερον ἐχρῆτο περὶ ἐμοῦ ὑφαιρῶν ὦπται ἐμέ τε ἐλπὶς οὐκ εἰς μακρὰν ἀπέσεσθαι τοῦ βίου, φέρε μὴ γνώμῃ ἀδελφοκτόνῳ ἀποτισοίμην προπάτορας τοὺς ἐμαυτοῦ, τὸ φάρμακον καίειν τε ἐμοῦ βλέποντος, κομίσασά τε οὐδὲν εἰς ἀναβολὰς πράσσειν τοῦ ἀνδρὸς τὰς ἐπιστολάς.” 17.76καὶ τὸ μὲν πλεῖστον καύσασαν τοῦ φαρμάκου τυχεῖν, ὑπολιπέσθαι δὲ ὀλίγον, ἵνα εἰ Φερώρου μεταστάντος περιέποι κακῶς αὐτὴν βασιλεύς, μεθίσταιτο αὐτῷ διάδρασιν ποιουμένη τῶν ἀναγκῶν. 17.77ταῦτα εἰποῦσα τό τε φάρμακον καὶ τὴν πυξίδα εἰς τὸ μέσον παρῆγεν. καὶ ἀδελφὸς δὲ Ἀντιφίλου ἕτερος καὶ μήτηρ αὐτοῦ ἀνάγκαις τε καὶ βασάνων σφοδρότητι ταὐτὰ ἔλεγον καὶ ἐγνώριζον τὴν πυξίδα. 17.78κατηγορεῖτο δὲ καὶ τοῦ ἀρχιερέως θυγάτηρ, γυνὴ δὲ τοῦ βασιλέως, ὡς πάντων ἵστωρ τούτων γενομένη κρύπτειν προθυμηθεῖσα αὐτά. καὶ διὰ τάδε Ἡρώδης ἐκείνην τε ἐξέβαλεν καὶ τὸν υἱὸν αὐτῆς ἐξήλειψε τῶν διαθηκῶν εἰς βασιλεύσοι μενουσῶν, καὶ τὸν πενθερὸν τὴν ἀρχιερωσύνην ἀφείλετο Σίμωνα τὸν τοῦ Βοηθοῦ, καθίσταται δὲ Ματθίαν τὸν Θεοφίλου Ἱεροσολυμίτην γένος. 17.79

Ἐν τούτῳ δὲ καὶ Βάθυλλος ἐκ Ῥώμης ἀπελεύθερος Ἀντιπάτρου παρῆν καὶ βασανισθεὶς εὑρίσκεται φάρμακον κομίζων δώσειν τε τῇ ἑαυτοῦ μητρὶ καὶ Φερώρᾳ, ὡς εἰ τὸ πρότερον μὴ ἅπτοιτο τοῦ βασιλέως, τούτῳ γοῦν μεταχειρίζοιντο αὐτόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.72 Joseph. AJ 17.77 (English) >>Joseph. AJ 17.82

Powered by PhiloLogic